Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
οἱ δέ, ἅπερ ἐκεῖνος ἔγνω περιμένειν,
φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ
πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς
διεξελαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν
κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον
δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν
ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν
καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν
[p. 396]
δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖσιν,
ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους
ἀτάκτους λήψεσθαι τοὺς Ῥωμαίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.