Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἔστι δὲ καὶ τὸ τῆς Ἀλκμήνης μνημεῖον ἐγγύς: ἐνταῦθα γάρ, ὥς φασιν, ἐκηδεύθη συνοικήσασα Ῥαδαμάνθυϊ μετὰ τὴν Ἀμφιτρύωνος τελευτήν.
οἱ δὲ ἐν τῇ πόλει Θηβαῖοι μετὰ τῶν Ἁλιαρτίων συντεταγμένοι τέως μὲν ἡσύχαζον, ἐπεὶ δὲ τὸν Λύσανδρον ἅμα τοῖς πρώτοις προσπελάζοντα τῷ τείχει κατεῖδον, ἐξαπίνης ἀνοίξαντες τὰς πύλας καὶ προσπεσόντες αὐτόν τε μετὰ τοῦ μάντεως κατέβαλον καὶ τῶν ἄλλων ὀλίγους τινάς: οἱ γὰρ πλεῖστοι ταχέως ἀνέφυγον πρὸς τὴν φάλαγγα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.