Click on a word to bring up parses, dictionary entries, and frequency statistics
13.
καίτοι λέγεται πολλὰ καὶ παρὰ τῶν ἱερέων ἐναντιοῦσθαι πρὸς τὴν στρατείαν: ἀλλ᾽ ἑτέρους ἔχων μάντεις ὁ Ἀλκιβιάδης ἐκ δή τινων λογίων προὔφερε παλαιῶν μέγα κλέος τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔσεσθαι. καὶ θεοπρόποι τινὲς αὐτῷ παρ᾽ Ἄμμωνος ἀφίκοντο χρησμὸν κομίζοντες ὡς λήψονται Συρακουσίους ἅπαντας Ἀθηναῖοι: τὰ δ᾽ ἐναντία φοβούμενοι δυσφημεῖν ἔκρυπτον.
[2]
οὐδὲ γὰρ τὰ προὖπτα καὶ καταφανῆ τῶν σημείων ἀπέτρεπεν, ἥ τε τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ πάντων ἀκρωτηριασθέντων πλὴν ἑνός, ὃν Ἀνδοκίδου καλοῦσιν, ἀνάθημα μὲν τῆς Αἰγηΐδος φυλῆς, κείμενον δὲ πρὸ τῆς τότε οὔσης Ἀνδοκίδου οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν. ἄνθρωπος γάρ τις ἐξαίφνης ἀναπηδήσας ἐπ᾽ αὐτόν, εἶτα περιβὰς ἀπέκοψεν αὑτοῦ λίθω τὸ αἰδοῖον.
[3]
ἐν δὲ Δελφοῖς Παλλάδιον ἕστηκε χρυσοῦν ἐπὶ φοίνικος χαλκοῦ βεβηκός, ἀνάθημα τῆς πόλεως ἀπὸ τῶν Μηδικῶν ἀριστείων: τοῦτ᾽ ἔκοπτον ἐφ᾽ ἡμέρας πολλὰς προσπετόμενοι κόρακες, καὶ τὸν καρπὸν ὄντα χρυσοῦν τοῦ φοίνικος ἀπέτρωγον καὶ κατέβαλλον.
[4]
οἱ δὲ ταῦτα μὲν ἔφασαν εἶναι Δελφῶν πλάσματα πεπεισμένων ὑπὸ Συρακουσίων: χρησμοῦ δέ τινος κελεύοντος αὐτοὺς ἐκ Κλαζομενῶν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἄγειν, μετεπέμψαντο τὴν ἄνθρωπον: ἐκαλεῖτο δὲ Ἡσυχία. καὶ τοῦτο ἦν, ὡς ἔοικεν, ὃ παρῄνει τῇ πόλει τὸ δαιμόνιον ἐν τῷ παρόντι, τὴν ἡσυχίαν ἄγειν.
[5]
εἴτε δὴ ταῦτα δείσας εἴτ᾽ ἀνθρωπίνῳ λογισμῷ τὴν στρατείαν φοβηθείς, ὁ ἀστρολόγος Μέτων ( ἦν γὰρ ἐφ᾽ ἡγεμονίας τινὸς τεταγμένος) προσεποιεῖτο τὴν οἰκίαν ὑφάπτειν ὡς μεμηνώς. οἱ δέ φασιν οὐ μανίαν σκηψάμενον, ἀλλὰ νύκτωρ ἐμπρήσαντα τὴν οἰκίαν προελθεῖν εἰς τὴν ἀγορὰν ταπεινόν, καὶ δεῖσθαι τῶν πολιτῶν ὅπως ἐπὶ συμφορᾷ τοσαύτῃ τὸν υἱὸν αὐτοῦ μέλλοντα πλεῖν τριήραρχον εἰς Σικελίαν ἀφῶσι τῆς στρατείας.
[6]
Σωκράτει δὲ τῷ σοφῷ τὸ δαιμόνιον οἷς εἰώθει συμβόλοις χρησάμενον πρὸς αὐτὸν ἐμήνυσε κἀκεῖνα, τὸν ἔκπλουν ἐπ᾽ ὀλέθρῳ τῆς πόλεως πραττόμενον. ὁ δὲ τοῖς συνήθεσι καὶ φίλοις ἔφρασε, καὶ διῆλθεν εἰς πολλοὺς ὁ λόγος.
[7]
οὐκ ὀλίγους δὲ καὶ τὰ τῶν ἡμερῶν ἐν αἷς τὸν στόλον ἐξέπεμπον ὑπέθραττεν. Ἀδώνια γὰρ εἶχον αἱ γυναῖκες τότε, καὶ προὔκειτο πολλαχόθι τῆς πόλεως εἴδωλα, καὶ ταφαὶ περὶ αὐτὰ καὶ κοπετοὶ γυναικῶν ἦσαν, ὥστε τοὺς ἐν λόγῳ ποιουμένους τινὶ τὰ τοιαῦτα δυσχεραίνειν καὶ δεδιέναι περὶ τῆς παρασκευῆς ἐκείνης καὶ δυνάμεως, μὴ λαμπρότητα καὶ ἀκμὴν ἐπιφανεστάτην σχοῦσα ταχέως μαρανθῇ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.