Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἔσχε δὲ τούτων τέλος οὐδέν, ὁ γὰρ δῆμος αὐτὸς μὲν ἀφ᾽ ἑαυτοῦ πρὸς
οἶκτον ἐξαχθείς ὡς εἶδε τόν νεκρὸν ἐκκομιζόμενον δι᾽ ἀγορᾶς, Ἀντωνίου
δὲ καὶ τήν ἐσθῆτα δείξαντος αὐτοῖς αἵματος κατάπλεων καὶ κεκομμένην
πάντῃ τοῖς ξίφεσιν, ἐκμανέντες ὑπ᾽ ὀργῆς ἐν ἀγορᾷ ζήτησιν ἐποιοῦντο
τῶν ἀνδρῶν, καὶ πῦρ ἔχοντες ἐπὶ τὰς οἰκίας ἔθεον ὡς ὑφάψοντες. οἱ
δὲ τοῦτον μὲν τῷ προπεφυλάχθαι διέφυγον τόν κίνδυνον, ἑτέρους δὲ πολλοὺς
καὶ μεγάλους προσδοκῶντες ἐξέλιπον τήν πόλιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

