previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰ πράγματα καὶ φεύγειν ἐξ Ἰταλίας, ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν ἐπάγοντα Πάρθους τὴν ἀπ᾽ Εὐφράτου καὶ Συρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι. [2] μόλις οὖν ὥσπερ ἐξυπνισθεὶς καὶ ἀποκραιπαλήσας ὥρμησε μὲν Πάρθοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλθε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰ πεμπούσης ἐπέστρεψεν εἰς τὴν Ἰταλίαν, ἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰ πλοῦν τῶν φίλων τοὺς πεφευγότας ἐπυνθάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίαν γεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονα καὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεοπάτρας ἀπάξειν τὸν Ἀντώνιον εἴ τι γένοιτο κίνημα περὶ τὴν Ἰταλίαν. [3] συμβαίνει δὲ ἀπὸ τύχης καὶ Φουλβίαν πλέουσαν πρὸς αὐτὸν ἐν Σικυῶνι νόσῳ τελευτῆσαι: διὸ καὶ μᾶλλον αἱ πρὸς Καίσαρα διαλλαγαὶ καιρὸν ἔσχον. ὡς γὰρ προσέμιξε τῇ Ἰταλίᾳ καὶ Καῖσαρ ἦν φανερὸς ἐκείνῳ μὲν οὐθὲν ἐγκαλῶν, αὐτὸς δ᾽ ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇ Φουλβία προστριβόμενος, οὐκ εἴων ἐξελέγχειν οἱ φίλοι τὴν πρόφασιν, [4] ἀλλὰ διέλυον ἀμφοτέρους καὶ διῄρουν τὴν ἡγεμονίαν, ὅρον ποιούμενοι τὸν Ἰόνιον, καὶ τὰ μὲν ἑῷα νέμοντες Ἀντωνίῳ, τὰ δ᾽ ἑσπέρια Καίσαρι, Λέπιδον δὲ Λιβύην ἔχειν ἐῶντες, ὑπατεύειν δὲ τάξαντες, ὅτε μὴ δόξειεν αὐτοῖς, φίλους ἑκατέρων παρὰ μέρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: