previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46. οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις εἰρηνικῶς ἀνεμίγνυντο τοῖς ἐπὶ χιλὸν σῖτον προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνειμένας, ἔλεγον ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς δευτέρας ὁδὸν ἡμέρας οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς ἀπωτέρω κώμας φυλάττοντες. [2] τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν, ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος ἧκεν ἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦ παρ᾽ Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος. ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων Συριστί. [3] καὶ προσελθόντος Ἀλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντωνίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξανδρον εἰ λόφους συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷ πρόσωθεν. φήσαντος δὲ ὁρᾶν, ‘ὑπ᾽ ἐκείνοις,’ ἔφηπανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς. [4] τὰ γὰρ μεγάλα πεδία τῶν λόφων τούτων ἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπατημένους ὑπ᾽ αὐτῶν ἐνταῦθα τρέψεσθαι, τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲν οὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: