Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶν
Πάρθων εὐθύς, ὥσπερ εἰώθεισαν, ἀπαλλαττομένων,
ἧκεν αὖθις ὁ Μιθριδάτης, καὶ τοῦ Ἀλεξάνδρου
προσελθόντος παρῄνει μικρὸν ἡσυχάσαντα
τὸν στρατὸν ἀνιστάναι καὶ σπεύδειν ἐπὶ τὸν
ποταμόν, ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δὲ
ἐκείνου διωξόντων. ταῦτα ἀπαγγείλας πρὸς
Ἀντώνιον Ἀλέξανδρος ἐκφέρει παρ᾽ αὐτοῦ χρυσᾶ
ποτήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνος, ὅσα
τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς ἦν, λαβὼν ἀπήλαυνεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

