previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

70. δὲ Τίμων ἦν Ἀθηναῖος, καὶ γέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος δραμάτων λαβεῖν ἔστι. κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυσμενὴς καὶ μισάνθρωπος: ἐκκλίνων δὲ καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην, νέον ὄντα καὶ θρασύν, ἠσπάζετο καὶ κατεφίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο. [2] τὸν δὲ Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο: καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς εἱστιῶντο καθ᾽ αὑτοὺς οἱ δύο, τοῦ δ᾽ Ἀπημάντου φήσαντος, ‘ὡς καλόν, Τίμων, τὸ συμπόσιον ἡμῶν,’ ‘εἴγε σύ,’ ἔφη, ‘μὴ παρῆς.’ λέγεται δὲ Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον: [3] εἶτα εἰπεῖν: ‘ἔστι μοι μικρὸν οἰκόπεδον, ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται.’ τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον. [4] ἦν δ᾽ ἐπιγεγραμμένον:
ἐνθάδ᾽ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι.
τοὔνομα δ᾽ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.

καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι:

Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε,
οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: