previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80. αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴν πόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλεγόμενος καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵνα εὐθὺς ἐν τοῖς πολίταις περίβλεπτος εἴη καὶ θαυμάζοιτο τιμώμενος ὑπ᾽ αὐτοῦ διαπρεπῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν καὶ ἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπεπληγμένων ὑπὸ δέους τῶν ἀνθρώπων καὶ προσπιπτόντων, ἀναστῆναι κελεύσας ἔφη πάσης αἰτίας τὸν δῆμον ἀφιέναι, πρῶτον μὲν διὰ τὸν κτίστην Ἀλέξανδρον: δεύτερον δὲ τῆς πόλεως θαυμάζων τὸ κάλλος καὶ τὸ μέγεθος: τρίτον δὲ Ἀρείῳ τῷ ἑταίρῳ χαριζόμενος. [2] ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰ Καίσαρος Ἄρειος, καὶ τῶν ἄλλων ἐξῃτήσατο συχνούς: ὧν ἦν καὶ Φιλόστρατος, ἀνὴρ εἰπεῖν μὲν ἐξ ἐπιδρομῆς τῶν πώποτε σοφιστῶν ἱκανώτατος, εἰσποιῶν δὲ μὴ προσηκόντως ἑαυτὸν τῇ Ἀκαδημείᾳ. διὸ καὶ Καῖσαρ αὐτοῦ βδελυττόμενος τὸν τρόπον οὐ προσίετο τὰς δεήσεις. [3] δὲ πώγωνα πολιὸν καθεὶς καὶ φαιὸν ἱμάτιον περιβαλόμενος ἐξόπισθεν Ἀρείῳ παρηκολούθει, τοῦτον ἀεὶ τὸν στίχον ἀναφθεγγόμενος:
σοφοὶ σοφοὺς σώζουσιν, ἂν ὦσιν σοφοί.

πυθόμενος δὲ Καῖσαρ, καὶ τοῦ φθόνου μᾶλλον Ἄρειον τοῦ δέους Φιλόστρατον ἀπαλλάξαι βουλόμενος, διῆκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: