Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρατείνοντας, ὥσπερ οἱ πολλοὶ κακοπαθοῦσιν ἐπὶ τοῖς τυχοῦσιν, ἀποκναίοντες ἑαυτοὺς ἀγρυπνίαις καὶ πλάναις καὶ περιδρομαῖς εἰς οὐδὲν χρηστὸν οὐδ᾽ ἀστεῖον, ἀλλ᾽ ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονεικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον 1 εἰπεῖν ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν. ἴσως μὲν γάρ τι 2 καὶ Θεόφραστος ἀληθὲς εἶπεν, εἰπὼν ἐν μεταφορᾷ πολὺ τῷ σώματι τελεῖν ἐνοίκιον τὴν ψυχήν. πλείονα μέντοι τὸ σῶμα τῆς ψυχῆς ἀπολαύει κακὰ μὴ κατὰ λόγον αὐτῷ χρωμένης μηδ᾽ ὡς προσήκει θεραπευόμενον ὅταν γὰρ ἐν πάθεσιν ἰδίοις γένηται καὶ ἀγῶσι καὶ σπουδαῖς, ἀφειδεῖ τοῦ σώματος.
1 Δημόκριτον] Mullach. 1 p. 342
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.