Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δ᾽ ἐκείνου, ‘τί τοῦτο; μόνος ἥκεις;’ ἔφη, ‘καὶ γὰρ πρὸς ἕνα.’
φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίγνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε, ‘κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται: καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρ᾽ αὐτοῖς: ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ [p. 292] ὄντι τοῦτο εἰρηκέναι: ὥστε οὐ χρὴ θαυμάζειν, εἰ ’