πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ᾽ ὅπλων ἵδρυται παρ᾽ αὐτοῖς, ‘ὅπως,’ ἔφη, ‘μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.’
πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν, ὅτι ‘τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.’
Διάφορα Τῶν ἐν Τοῖς Λάκωσιν Ἀδόξων Α᾿ποφθέγματα1
Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, ‘τὰ μὲν πρᾶτα2 ἐπιλελάσμεθα,3 τὰ δὲ ὕστερα οὐ συνήκαμες4 διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.’