Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα: καὶ ὁ ἕτερος εἶπε, ‘δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες: οὐ’ ‘μὲν οὖν,’ εἶπεν ἅτερος, ‘ἀλλ᾽ ὥσπερ οἱ λέοντες.’
χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε, ‘κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.’
ἕτερος τοξευθεὶς καὶ τὸν βίον ἐκλείπων, ἔλεγεν, οὐ μέλει μοι τοῦτο ὅτι ἀποθανοῦμαι,1 ἀλλ᾽ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας. [p. 410]
εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ
1 Most mss. have a slightly briefer version.