Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον κέντρον δ᾽ εἶχε ταῦτα ἐγερτικὸν
θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς
ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν
ἀφελὴς καὶ ἄθρυπτος: οὐδὲν δ᾽ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ
ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ
[p. 434] κακοδαίμονα βιούντων βίον ἐπαγγελίαν τε καὶ
μεγαλαυχίαν πρὸς ἀρετὴν πρέπουσαν1 ταῖς ἡλικίαις.
1 ἐπαγγελίαν ... μεγαλαυχίαν ... πρέπουσαν Pantazides and F.C.B.: ἐπαγγελία ... μεγαλαυχία ... πρέπουσα. Kronenberg would put them all in the acc. plural.