Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔπλει δὲ πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης δράκοντα, καὶ πολλὰ κακὰ
[p. 502] τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν οὐκ
ἦν οὐδὲ τὰς ἐγγὺς θαλάττης πόλεις οἰκεῖν.
τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν δικαίων, ἀλλ᾽
ἦν
ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης: ὅθεν εἰς τὴν θάλατταν ἐμβὰς εὔξατο κατ᾽ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον γενέσθαι καὶ ἀνόνητον. εἶθ᾽
ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ διαρθὲν ἐπέκλυζε τὴν γῆν: καὶ θέαμα δεινὸν ἦν, ἑπομένης
μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης τὸ