previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες: ἂν δ᾽ ὑπ᾽ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;’

πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸεἰς Ἐλευθεράς,’ οἷον τὸεἰς Ἀμελοῦς χώρανκαὶ τὸἥξεις εἰς Ἀρέσαντος ἕδος’ ;

κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος1 παίδων Ἐλευθὴρ καὶ Λέβαδος2 οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλ᾽ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας, [p. 224] εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους;

ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατ᾽ ἄγνοιαν φησιν ὑπ᾽ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι; ἀφ᾽ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι.

τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε3 δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν; ὅτι θανατοῦται μὲν ἐμβάς, τῶν δ᾽ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; σκιὰν μὲν ἥλιος ποιεῖ, τὸν δ᾽ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος νόμος;

καὶ τοῦτ᾽ αἰνιττόμενοι λέγουσι: καὶ γὰρ ἔλαφος ἐμβὰς καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ τοῦ πολέμου καὶ4 φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον.

1 Λυκάονος the usual form: Λυκάωνος.

2 Λέβαδος the better spelling: Λεβεάδος.

3 ἔσχηκε Wyttenbach: ἐσχηκέναι.

4 καὶ] Hutten would omit.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: