Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν
γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ
Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς
διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην
γενέσθαι στεῖραν: εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ
λέγουσιν, αἰνίττονται τὸ παντελὲς 1 τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ
στειρότητος. 2
ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος
καὶ διαφορήσαντος [p. 511] τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον
καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς
νοτίους ἐξ Αἰθιοπίας: ὅταν γὰρ αὗται τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.