previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι δ᾽ ἐμοῦ 1 λέγοντος, ὑπολαβὼν Ὀλύμπιχοςἔοικαςἔφητῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, τὴν ἐπιμονὴν τῆς ψυχῆς.’ ‘καὶ ὑμῶν γ᾽εἶπον ἐγώδιδόντων μᾶλλον δὲ δεδωκότων: ὡς γὰρ τοῦ θεοῦ τὸ κατ᾽ ἀξίαν νέμοντος ἡμῖν, λόγος ἐξ ἀρχῆς δεῦρο προελήλυθεκἀκεῖνοςεἶτα δ᾽ἔφηνομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθ᾽ ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν , πάμπαν ἀφθάρτους χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας;’ ‘οὔκ, γαθέεἶπονἀλλὰ 2 μικρὸς οὕτω καὶ κενόσπουδος θεός ἐστιν, ὥστε μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ φύλλοις, ὡς Ὅμηρος 3 ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ, ποιεῖσθαι λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπ᾽ ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες, ἐφημέρους ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας, εἶτ᾽ ἀποσβεννυμένας 4 εὐθὺς ὑπὸ τῆς τυχούσης προφάσεως: εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι [p. 448] δοκεῖ, τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθύς, ὥσπερ ὁμίχλας καπνοὺς ἀποπνεούσας τῶν σωμάτων, ἱλασμούς τε πολλοὺς προσφέρειν 5 τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν τοῖς τεθνηκόσιν , ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας. ἐγὼ μὲν γὰρ οὐκ ἂν προείμην τῆς ψυχῆς τὴν διαμονήν, εἰ μή τις, ὥσπερ Ἡρακλῆς, ὑφελὼν τὸν τρίποδα τῆς Πυθίας ἀναιρήσει καὶ διαφθερεῖ τὸ χρηστήριον. ἄχρι δὲ 6 τοῦ πολλὰ τοιαῦτα προθεσπίζεσθαι καὶ καθ᾽ ἡμᾶς, οἷα καὶ Κόρακι τῷ Ναξίῳ χρησθῆναι λέγουσιν, οὐχ ὅσιόν ἐστι τῆς ψυχῆς καταγνῶναι θάνατονκαὶ Πατροκλέαςτί δ᾽ ἦνἔφητὸ χρησθὲν τίς Κόραξ οὗτος; ὡς ἐμοὶ καὶ τὸ πρᾶγμα καὶ τοὔνομα 7 ξένον.’ ‘οὐδαμῶςεἶπον, ‘ἀλλ᾽ αἴτιος ἐγὼ παρωνύμῳ χρησάμενος ἀντὶ τοῦ ὀνόματος. γὰρ: ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἔοικεν, ἦν δ᾽ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐκβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα χρησάμενος. λιταῖς τισι καὶ προστροπαῖς 8 μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ Τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν. τοῦτο δ᾽ ἦν Ταίναρος: ἐπεῖ γάρ φασιν ἐλθόντα μετὰ στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι παρὰ τὸ ψυχοπομπεῖον. ὁμοίως δὲ καὶ Σπαρτιάταις χρησθὲν ἱλάσασθαι τὴν Παυσανίου ψυχήν, [p. 449] ἐξ Ἰταλίας μεταπεμφθέντες οἱ ψυχαγωγοὶ καὶ θύσαντες ἀπεσπάσαντο τοῦ ἱεροῦ τὸ εἴδωλον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: