Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ 1 φωνᾶεν εἶναι, τὰ δ᾽ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δ᾽ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδ᾽ ἀκολουθεῖν.
παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἐμὲ ὁ Ἀμμώνιος ‘οὐδέν’ ἔφη ‘ σὺ τῷ Κάδμῳ βοηθεῖς ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας, οὕτω καλεῖν τὸν βοῦν 2, ὃν οὐ δεύτερον [p. 363] οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος 3, ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων;’ ‘οὐδέν’ ἔφην ἐγώ: ‘τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.