Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται: τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾁδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά: καὶ καθείσθω τὰς 1 ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα 2 λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δ᾽ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω 3 περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.’
παυσαμένου δὲ τοῦ Πρωτογένους, ‘ὁρᾷς’ εἶπεν ὁ πατήρ ‘ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.