Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ τὸ ῥοιζῶδες τῆς περιαγωγῆς, ὥσπερ ὅσα ταῖς σφενδόναις ἐντεθέντα τῆς καταφορᾶς κώλυσιν ἴσχει
τὴν κύκλῳ περιδίνησιν ἄγει γὰρ ἕκαστον ἡ κατὰ
φύσιν κίνησις, ἂν ὑπ᾽ ἄλλου μηδενὸς ἀποστρέφηται. διὸ τὴν σελήνην οὐκ ἄγει τὸ βάρος, ὑπὸ τῆς περιφορᾶς
τὴν ῥοπὴν ἐκκρουόμενον. ἀλλὰ μᾶλλον ἴσως λόγον εἶχε θαυμάζειν μένουσαν αὐτὴν παντάπασιν
ὥσπερ ἡ γῆ καὶ ἀτρεμοῦσαν. νῦν δὲ σελήνη μὲν
[p. 412]
ἔχει μεγάλην αἰτίαν τοῦ δεῦρο μὴ φέρεσθαι: τὴν
δὲ γῆν, ἑτέρας κινήσεως ἄμοιρον οὖσαν, εἰκὸς ἦν. μόνῳ τῷ βαρύνοντι κινεῖν : βαρυτέρα δ᾽ ἐστὶ τῆς σελήνης οὐχ ὅσῳ μείζων, ἀλλ᾽ ἔτι μᾶλλον, ἅτε δὴ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.