next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀυτόβουλος. τὸν Τυρταῖον Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ‘ἀγαθόν ποιητήνἔφηνέων ψυχὰς κακκονῆνὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή, φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας: ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρ᾽ ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ Εὐριπίδου Φαίδρα, ‘ κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος:’ οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων λόγος. [p. 12] δε σολλερτια ἀνιμαλιιιμ.ς Σκλᾶρος. ἀληθῆ λέγεις, Αὐτόβουλε: καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις: μάλιστα δ̓ ἣσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον
βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ
ποικιλίᾳ πραπίδων
δεινὰ μὲν φῦλα πόντου
χθονίων τ᾽ ἀερίων τε
δάμναται βουλεύματα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: