previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον: οὐδὲν γὰρ οὕτω μικρὸν φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλ᾽ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις, ‘ ἔνθ᾽ ἔνι μὲν φιλότηςτὸ κοινωνικόν, ἔνι δ᾽ ἀνδρείας εἰκὼν τὸ φιλόπονον: ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως καὶ δικαιοσύνης. μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς; καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν [p. 35] ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δ᾽ ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων: αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον Ἄρατος
κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο 1
καί τινες οὐκῷάγράφουσιν, ἀλλ᾽ἑάὡς τοὺς ἀποκειμένους; καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων. ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις: οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδ᾽ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν: ἵν᾽ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δ᾽ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφ᾽ ἧς τὸν βλαστὸν πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς; αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δ᾽ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον οὐδ᾽ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς [p. 36] καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: