previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς γεγόνασιν, οἱ δ᾽ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδ᾽ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν τοῦ ἐλέφαντος ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ: τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ἐλέφας διάδηλος: ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ τὰ πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. δὲ δράκων τῆς Αἰτωλίδος ἐρασθεὶς; ἐφοίτα νύκτωρ παρ᾽ αὐτὴν καὶ τοῦ σώματος; ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθ᾽ ἑκὼν οὔτ᾽ ἄκων ἔβλαψεν ἀλλὰ καὶ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσοικοῦντες ἀπωτέρω τὴν ἄνθρωπον: δὲ τρεῖς μὲν τέτταρας ἡμέρας οὐκ ἦλθεν ἀλλ᾽ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος: μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾶος ὥσπερ εἰώθει ἀλλὰ τραχύτερος 1, τῷ μὲν ἄλλῳ σπειράματι τὰς χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δ᾽ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν [p. 48] ἀποδεικνύμενος. τὸν δ᾽ ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν: περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων τοιούτων διακορεῖς ὑμᾶς εἶναι: διὸ ταῦτα μὲν ἀφίημι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: