previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γελοῖοι δ᾽ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ [p. 51] ζῷα σεμνύνοντες, ὧν Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον ἐν αὐτοῖς μόριον ὁρῶμεν: οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας: δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων: δ᾽ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον: ἄλλως δ᾽ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι οὗ μυρμήκων ἀνάπλεως γένηται: καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τ᾽ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν: οἱ δ̓ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ φαρμακῶδες νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται, καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ [p. 52] συνθάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφ᾽ ἡμέρας δύο, τῇ δὲ τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν: ἐπ᾽ οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν τὸ δίκταμνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: