previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δ᾽ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδ᾽ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλ᾽ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο κοινῇ πάντες; ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως; μή, κατ᾽ οὐρὰν προσφερομένου τοῦ πνεύματος, λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους: σχιζομένη γὰρ [p. 65] οὕτω κατὰ κορυφὴν θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος: τοῦτον δέ φασι κατ᾽ἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: