previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ τὸ θηριωδέστατον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποταμίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος: ὅταν γὰρ αἴσθηται, τοῦ κροκόδειλον καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον καὶ ἐπ᾽ αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων δ᾽ οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ διασκαλεύοντος: ἂν δὲ μετρίως ἔχων ἢδη βούληται συναγαγεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον. δὲ καλούμενος ἡγεμὼν μεγέθει [p. 69] μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δ᾽ ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἑπευθύνων , ὅπως οὐκ ἐνσχεθήσεται βράχεσιν οὐδ᾽ εἰς τέναγος τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. καὶ τῶν μὲν ἄλλων, τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον σκάφος λίθον, εὐθὺς; διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον: ἐκεῖνο δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός: ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ: προελθόντος δ᾽ αὖθις ἐπακολουθεῖ μήθ᾽ ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ῥέμβεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν ἑωράκαμεν οὐ πάλαι: καὶ πρότερον ἱστοροῦσιν, οὐ πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος, λοιμὸν γενέσθαι. ἆρ᾽ οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδ᾽ [p. 70] ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδ᾽ ἐν μύρμηξι. τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθ᾽ ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: