previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας; στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμὸν [p. 73] ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν οὔτε γὰρ πλέον οὔτε ἔλαττον ἐκβᾶς1 ἀλλ᾽ ὅσον εἰς ὥραν ἔτους Νεῖλος αὐξηθεὶς ἐπικλύσει καὶ ἐπικρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν ὥστε τὸν ἐντυχόντα τῶν γεωργῶν αὐτόν τε γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ποταμὸς πρόεισιν: οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ. ἐκλαπέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προστυχόντων, μυῖαν σέριφον γῆς ἔντερον κάρφος βοτάνην τῷ στόματι, διασπαράξασα τοῦτον μήτηρ ἀπέκτεινε δακοῦσα: τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέργει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν οὐ πάθει νέμουσα. καὶ μὴν αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προάγουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν ἐξάγουσι καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαιταν. οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶνται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν καὶ γαμήλιον οὖσαν: ὅταν δὲ τὴν θήλειαν ἄρρην οὔτω προσαγάγηται, κοινῇ τὴν νύκτα παραμένουσιν: ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθ᾽ ἡμέραν δὲ δεδίασιν ἐπὶ [p. 74] γῆς μίγνυσθαι γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν προσδεχόμενοι καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: