previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ς Κκλ. κἀμὲ τοίνυν, Αὐτόβουλε, ταῦτὰ γε τίθει πειθόμενον τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ πράξεσι καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα [p. 19] καὶ τῆς ἀρετῆς 1, πρὸς ἣν λόγος γέγονε, μηδένα ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδ᾽ ὄρεξιν, ἀπορῶ πῶς φύσις ἔδωκε τὴν ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις. αυτ Ἀλλὰ τοῦτο μὲν οὐδ᾽ αὐτοῖς ἐκείνοις, Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ: τὴν γοῦν πρὸς τὰ ἔκγονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδ᾽ ἀξιοῦσι μετεῖναι δικαιοσύνης. ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ: καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ᾽ ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. σκόπει δ᾽ ἄλλως, μὴ καὶ καταγέλαστόν ἐστι τοὺς Σωκράτας καὶ τοὺς Πλάτωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκειν, ἀλλ᾽ ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδ᾽ ἀπηκριβωμένον πρὸς ἀρετὴν ὡς στέρησιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακόνοιαν ὁρῶμεν ἐνυπάρχουσαν. δ᾽ ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι μηδὲ λόγον δέχεσθαι φύσει [p. 20] πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν: ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ: λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν. ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδ᾽ ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν. ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν: οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες οὐδ᾽ ἀετοὶ πέτονται καὶ πέρδικες: οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος: ἐπεὶ δείγματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας, ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς. καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν: ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει πρὸς ἀρετήν: δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πελαργοῖς ἵππων ποταμίων: οἱ μὲν γὰρ τρέφουσι τοὺς πατέρας οἱ δ᾽ ἀποκτιννύουσιν ἵνα τὰς μητέρας ὀχεύωσι καὶ περιστεραῖς περδίκων οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ [p. 21] προσδεχομένης τὴν ὀχείαν, οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν, ἐν μέρει θάλποντες τὰ ᾠά καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἐὰν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς. ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδ᾽ ὅπως παρεῖδε τὰς λύγκας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγκούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς; ἀφιέναι τὸ περίττωμα. καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον, ὡς κυνὸς πρόβατον οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον, ὡς ἔλαφον λέοντος; καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδ᾽ ἀκρατέστερον, οἷς μὴ φύσει πᾶσιν τοῦ 1 φρονεῖν δύναμις, ἄλλοις δ᾽ ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: