previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. περὶ δὲ τοῦ Ἐπικούρου Τίμων ἐν γ᾽ σίλλων φησί:

γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
ταύτης γὰρ ἕνεκεν ἀνήρ καὶ τῆς ἄλλης τῆς κατὰ σάρκα ἡδονῆς ἐκολάκευεν καὶ Ἰδομενέα καὶ Μητρόδωρον. καὶ αὐτὸς δέ που Μητρόδωρος οὐκ ἀποκρυπτόμενος τὰς καλὰς ταύτας θέσεις φησίνπερὶ γαστέρα γάρ, φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.’ Ἐπίκουρος γὰρ ἦν τούτων διδάσκαλος, ὃς καὶ βοῶν ἔλεγεν: ‘ ἀρχὴ [p. 258] καὶ ῥίζα παντὸς ἀγαθοῦ τῆς γαστρὸς ἡδονή, καὶ τὰ σοφὰ καὶ τὰ περιττὰ εἰς ταύτην ἔχει τὴν ἀναφοράν.’ κἀν τῷ περὶ τέλους δέ φησιν οὕτω πως: ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀκροαμάτων, ἀφαιρῶν δὲ τὰς διὰ μορφῆς κατ᾽ ὄψιν ἡδείας κινήσεις.’ καὶ προελθών φησἰ λέγει, ‘ τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ: ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: