Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε:
Λακωνικαί,
Τροιζήνιαι,
Ἐπιζεφύριοι,%5
Κρητικαί,
Ἰωνικαί,
Μαντινικαί,
ἃς προκρίνει Ἀριστόξενος ῾FHG II 284' '
διὰ τὴν τῶν
χειρῶν κίνησιν.
οὕτως δ᾽ ἦν ἔνδοξον καὶ σοφὸν ἡ
ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν
καλεῖ ῾fr. 148 B4':'
ὀρχήστ᾽ ἀγλαΐας ἀνάσσων,
εὐρυφάρετρ᾽ Ἄπολλον,
καὶ Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν ῾v. 515':'
Ἀπόλλων
φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε,
καλὰ καὶ ὕψι βιβάς.
Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων ῾p. 8 Ki':'
μέσσοισιν δ᾽ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
Θεόφραστος δὲ ῾fr. 92 W' '
πρῶτόν φησιν Ἄνδρωνα
τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι
τῷ σώματι αὐλοῦντα:
ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι
παρὰ τοῖς παλαιοῖς:
μεθ᾽ ὃν Κλεόλαν τὸν Θηβαῖον.
ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ
Καλλίᾳ ῾I 121. 698 K','
Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ
Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ ῾fr. 47 M'.'
Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου.