ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων ῾Od. 7.120':' ‘ὄγχνη γὰρ ἐπ᾽ ὄγχνῃ που γηράσκει, σῦκον δ᾽ ἐπὶ σύκῳ.' διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει ῾Od. 7.114':' ‘ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.' τὰ δ᾽ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων ῾Od. 5.238':'ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
ἔνθα δένδρεα μακρὰ πεφύκει,ἀρχαιοτέρα δ᾽ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας: εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων ῾Plat. Phaedr. p. 230',' καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δ᾽ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι ῾Od. 24.340':' ‘ὄγχνας μοι δῶκας τρισκαίδεκα᾽ καὶ τὰ ἑξῆς.
κλήθρη τ᾽ αἴγειρός τ᾽ ἐλάτη τ᾽ ἦν οὐρανομήκης.