τοῦ πολυκώθωνος τοῦτ᾽ ἠρίον ἈρκαδίωνοςἘρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ᾽ αὐτῷ ἐπίγραμμα ῾A. P. VII 454':'
ἄστεος ὤρθωσαν τᾷδε παρ᾽ ἀτραπιτῷ
υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δ᾽ ὡνήρ,
ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆςἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδών, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος ῾p. 154 M',' καὶ Διότιμος ὁ Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο: ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου: ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται ῾p. 427 b':' ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν Ἡρόδοτος ἱστόρησε ῾VI 75'.' καὶ Ἀλκαῖος δ᾽ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ᾽ ὁ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ ῾FHG IV 350' 'φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός: ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις ῾I 214 K'.' Ξέναρχος δ᾽ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο: μνημονεύει αὐτοῦ Εὐφορίων ὁ ἐποποιὸς ἐν Χιλιάσι ῾fr. 44 M'.'
ἀκρήτου φανερῶς ᾤχετ᾽ ἔχουσα κύλιξ.