Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται;κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον ῾I 802 K',' ἑταῖρε Τιμόκρατες. συναχθέντων γὰρ ἡμῶν καθ᾽ ὥραν μετὰ σπουδῆς διὰ τὰ ἐκπώματα ὁ Οὐλπιανός, ἔτι καθημένων ἁπάντων, πρὶν καί τι διαλεχθῆναι ἔφη: ‘παρὰ μὲν τῷ Ἀδράστῳ, ἄνδρες φίλοι, καθίσαντες οἱ ἀριστεῖς δειπνοῦσιν, ὁ δὲ Πολύιδος ἱερὰ θύων ἐν ὁδῷ παραπορευόμενον τὸν Πετεὼ κατέσχεν καὶ κατακλίνας ἐν τῇ πόᾳ θαλλίαν τε κατακλάσας ἀντὶ τραπέζης παρέθηκε τῶν τυθέντων. καὶ τῷ Αὐτολύκῳ ἐλθόντι ‘Ἰθάκης ἐς πίονα δῆμον᾽ ἡ τροφὸς καθημένῳ δηλονότι—οὕτως γὰρ ἐδείπνουν οἱ τότε—τὸν Ὀδυσσέα, φησὶν ὁ ποιητής ῾Od. 19.399','
[παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,ἐκάθισεν ἐπὶ τῶν γονάτων καὶ οὐχὶ παρὰ τοῖς γόνασιν ἔστησεν. ἡμεῖς οὖν μὴ διατρίβωμεν, ἀλλ᾽ ἤδη κατακλινώμεθα, ἵν᾽ ἡμῖν ὁ Πλούταρχος περὶ ὧν ἐπαγγέλλεται ποτηρίων ἀποδοὺς τὸν λόγον καὶ τὰς κύλικας πλήρεις ἅπασι προπίῃ.
τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
παυομένῳ δόρποιο]