ἑωθινὸς γάρ, πρίν τιν᾽ αὐλιτῶν ὁρᾶν,μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως ῾II 379 K':'
θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
Νάννιον δὲ μαίνεταικωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δ᾽ ἐν Ψευδηρακλεῖ φησιν ῾fr. 524 K':'
ἐπὶ τῷ Διονύσῳ,
οὐκ ἐπείρα Νάννιον;Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν ‘Προσκήνιον, φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.' καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους ῾fr. 168 Bl'.' περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην: ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως ῾fr. 3 Pr'.'