previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ ΡΟΔΩΝ, φησὶ Θεόφραστος ἐν τῷ
ἕκτῳ h. pl. 6, 6, 4',' πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν [εἰσὶν] πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ᾽ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους. λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν: ἐκεῖ γὰρ γίγνεται πολλά. μικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα: γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ᾽ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός: οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον. καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι μάλιστα καὶ θεῖαι αἱ ὀσμαί: διαφερόντως δὲ τοῦ κρόκου.' Τιμαχίδας δὲ ἐν τοῖς Δείπνοις τὸ ῥόδον φησὶ τοὺς Ἀρκάδας καλεῖν εὔομφον ἀντὶ τοῦ εὔοσμον. Ἀπολλόδωρος δ᾽ ἐν δ# Παρθικῶν fr. 8 Behr' 'ἄνθος τι ἀναγράφει καλούμενον ΦΙΛΑΔΕΛΦΟΝ κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν: ‘καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκὴν ἐν τῷ ..... μένουσιν ἡνωμέναι <καὶ> καθάπερ ἀπὸ ῥίζης μιᾶς [καὶ] τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν: διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ᾽ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες [τε] δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων: καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: