previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰς δὲ λεπάδας Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ᾽ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε τούτων. ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι: οὐρητικώτεροι δὲ μᾶλλον ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ᾽ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοί τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν: τοῖς δ᾽ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι: καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ᾽ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.' μνημονεύει δ᾽ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν IV 517 M' 'οὕτως:
ὥρα περαίνειν: ἐγχέλεια, καράβους,
κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
πίνας, τραχήλους, μύας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: