previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ ΟΒΕΛΙΑΣ ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς I 417 K':'
εἶτ᾽ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
Φερεκράτης Ἐπιλήσμονι I 160 K':'
ὠλεν ὀβελίαν σποδιν, ἄρτου δὲ μὴ προτιμᾶν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν #2# Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.

ΕΤΝΙΤΑΣ ἄρτος προσαγορευόμενος λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος: Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια: Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ p. 305 L' 'Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.

ΝΑΣΤΟΣ ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶ Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ᾽ ἐν Κλίνῃ II 223 K':'

ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός: τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
ὀσμὴ δέ, τουπίβλημ᾽ ἐπεὶ περιῃρέθη,
ἄνω 'βάδιζε καὶ μέλιτι μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας: ἔτι γὰρ θερμὸς ἦν.
ΚΝΗΣΤΟΣ ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.

ΘΡΟΝΟΣ ἄρτου ὄνομα. Νεάνθης Κυζικηνὸς ἐν β# Ἑλληνικῶν γράφων οὕτως FHG III 2':' ‘ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.'

ΒΑΚΧΥΛΟΣ δ᾽ ἐστὶν ἄρτος σποδίτης παρ᾽ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν β# Γλωσσῶν ἱστορεῖ fr. 121 Schn'.' μνημονεύει δ᾽ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως II 548 K':'

ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
ἄρτου δ᾽ εἶδός ἐστι καὶ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπ᾽ ἀνθράκων δ᾽ ὀπτᾶται. καλεῖται δ᾽ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς I 45 K':' ‘πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PAROS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: