previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχέστρατος δ᾽ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται fr. 3 Ri':'
πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
Δήμητρος, φίλε Μόσχε: σὺ δ᾽ ἐν φρεσὶ βάλλεο σῇσιν.
ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
λευκότερ᾽ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν
ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει.
ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
κἀν Θάσῳ ἔν τ᾽ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
φαίνονται πρὸς ἐκεῖνα: σαφεῖ τάδ᾽ ἐπίστασο δόξῃ.
στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
κεῖνοι κριμνίταν, οἱ δ᾽ ἄλλοι χόνδρινον ἄρτον.
εἶτα τὸν ἐκ Τεγέας σεμιδάλεος υἱὸν ἐπαινῶ
ἐγκρυφίαν. τὸν δ᾽ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ταῦτ᾽ εἰπὼν τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα Λυδόν: ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. λέγει δ᾽ οὕτως fr. 4':'
ἔστω δή σοι ἀνὴρ Φοῖνιξ Λυδὸς ἐν οἴκῳ,
ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ᾽ ἦμαρ
παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: