previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ἐπαίκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει FHG II 623':' ‘καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα: ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα: τοῖς δ᾽ ἀπόροις ἐπιτάττει κάλαμον στιβάδα φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον: γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δ᾽ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι δεύτερον ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα.' τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης. περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει v. s':' ‘διακούσας δὲ πάντων ἔφορος ἤτοι ἀπέλυσεν κατεδίκασεν. δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν καμματίσιν. ἐστὶ δὲ τὰ μὲν κάμματα ψαιστά, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: