previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δ᾽ ὑμεῖς ὄντως, φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τῶν δείπνων τὰ εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε
μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι fr. 305 N'.'
ὅτι δ᾽ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν [τι] αἰτῆσαι ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων ῾οὐδὲ γὰρ χαριτογλωσσεῖν ἡμᾶς θέμις᾿, δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ. ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ᾽ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως Λίνος II 345 K':'
βιβλίον
ἐντεῦθεν τι βούλει προσελθὼν γὰρ λαβέ,
ἔπειτ᾽ ἀναγνώσει πάνυ γε διασκοπῶν
ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι,
Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα
παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν
ἐπὶ τί μάλισθ᾽ ὥρμηκε. ΗΡ. τουτὶ λαμβάνω.
ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία,
ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ,
εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
Σίμου τέχνην ἔλαβες. ΗΡ. Σῖμος δ᾽ ἐστὶ
τίς;
ΛΙΝ. μάλ᾽ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
τοῖς χρωμένοις, τῶν δ᾽ ὀψοποιῶν ὑποκριτής ...
ΛΙΝ. βούλιμός ἐσθ᾽ ἅνθρωπος. ΗΡ. ὅτι βούλει λέγε:
πεινῶ γάρ, εὖ τοῦτ᾽ ἴσθι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: