ΣΤΡ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳμνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις ῾I 147 K':'
ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ᾽ ἕνῃ τε καὶ νέᾳ;
ΦΕΙΔ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν:
ἵν᾽ ὡς τάχιστα τὰ πρυτανεῖ᾽ ὑφελοίατο,
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
μὴ θαυμάσῃς:καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ ῾ib. 784':'
τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ᾽ οὐκ οἶσθα σύ.
βούλεσθε δῆτ᾽ ἐγὼ φράσω τίς εἰμ᾽ ἐγώ;εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ᾧ ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως: ‘Φῶκος εἶπεν: ὅπως ἂν ἡ βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.' ὅτι δ᾽ εἶχον οἱ ἀρχαῖοι καὶ τοὺς προγεύστας καλουμένους Ξενοφῶν ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ φησιν ῾4, 2':' ‘ὁ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν.' Ἀναξίλας δ᾽ ἐν Καλυψοῖ φησιν ῾II 266 K':'
ἡ τῶν προτενθῶν Δορπία καλουμένη.
προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.