οὐδ᾽ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστομνημονεύει αὐτοῦ καὶ Θεόπομπος ὁ Κολοφώνιος ἐποποιὸς ἐν τῷ ἐπιγραφομένῳ Ἁρματίῳ:
σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων,καὶ Ἀναξίλας ἐν Λυροποιῷ ῾II 267 K':'
οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος:
ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας,Σώπατρος δ᾽ ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ Μυστά<κου θητίῳ> δίχορδον εἶναί φησι τὴν πηκτίδα λέγων οὕτως:
κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.
πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳτῶν δὲ παριαμβίδων Ἐπίχαρμος ἐν Περιάλλῳ μνημονεύει οὕτως ῾p. 249 L':'
δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.
Σεμέλα δὲ χορεύει:τὸ δὲ ψαλτήριον, ὥς φησιν Ἰόβας, Ἀλέξανδρος ὁ Κυθήριος συνεπλήρωσε χορδαῖς καὶ ἐγγηράσας τῇ Ἐφεσίων πόλει ὡς σοφώτατον τῆς ἑαυτοῦ τέχνης τουτὶ τὸ εὕρημα ἀνέθηκε ἐν Ἀρτέμιδος. μνημονεύει δ᾽ ὁ Ἰόβας καὶ τοῦ λυροφοίνικος καὶ τοῦ ἐπιγονείου, ὃ νῦν εἰς ψαλτήριον ὄρθιον μετασχηματισθὲν διασῴζει τὴν τοῦ χρησαμένου προσηγορίαν. ἦν δ᾽ ὁ Ἐπίγονος φύσει μὲν Ἀμβρακιώτης, δημοποίητος δὲ Σικυώνιος: μουσικώτατος δ᾽ ὢν κατὰ χεῖρα δίχα πλήκτρου ἔψαλλεν. πάντων οὖν τούτων τῶν προειρημένων ὀργάνων καὶ αὐλῶν ἐμπείρως ἔχουσι καὶ τεχνικῶς Ἀλεξανδρεῖς, καὶ ἐν οἷς ἄν μου θέλῃς ἀποπειραθῆναι ἐπιδείξομαί σοι ἐγὼ αὐτός, πολλῶν ἄλλων μουσικωτέρων μου ἐν τῇ πατρίδι ὑπαρχόντων.
καὶ ὑπᾴδει σφιν σοφὸς κιθάρᾳ παριαμβίδας: ἃ δὲ
γεγάθει
πυκινῶν κρεγμῶν ἀκροαζομένα.