ἔπειτα προσεπιδίδωσι τῶν παρακειμένων αὐτῷ φιλανθρωπευόμενος ῾65':'σίτου δ᾽ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
δείπνου παυσαμένω εἰρησόμεθ᾽ οἵτινες ἐστόν.
ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκενφαγόντες δ᾽ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ <τῶν> θεραπαινῶν τοῦ κεκληκότος ὑφ᾽ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου ῾74':'
ὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.βέλτιον γὰρ οὕτως φησὶν ὁ Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει:
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή.οὐ γὰρ τῆς οἰκίας τὸ κάλλος μόνον ἀποθαυμάζουσι. πῶς γὰρ ἤλεκτρον καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοῖς τοίχοις ἦν; ἀλλὰ τὰ μὲν περὶ τοῦ οἴκου εἰρήκασιν, ὥς ἐστι ‘δώματα ἠχήεντα᾽ ῾72'.' τοιαῦτα γὰρ δὴ τὰ ὑψόροφα καὶ μεγάλα. περὶ δὲ τῶν σκευῶν τὸ ῾73' '
χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.οἷς εἰκότως ἐπιφέρεται:
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται,οὐκ ἐστὶν δ᾽ ἀκόλουθον τῷ
ὅσσα τάδ᾽ ἄσπετα πολλά: σέβας μ᾽ ἔχει εἰσορόωντα.
Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλὴἐπιφέρειν
ὅσσα τάδ᾽ ἄσπετα πολλά,σόλοικον ὂν τῷ ἀσυνήθει τῆς ἀναγνώσεως.