καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ ἐνάτῃ ῾FHG I 409'.' καλοῦσι δ᾽ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δ# ῾c. 103' 'καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. Καρκίνος μὲν Ἀχιλλεῖ ῾p. 619 N':'αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε,
βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.καὶ Σοφοκλῆς Σκύθαις ῾fr. 503':'
κρημνούς τε καὶ σήραγγας ἠδ᾽ ἐπακτίαςἐκδεκτέον οὖν καὶ τὸ παρὰ Ἐρατοσθένει ἐν τῷ Ἑρμῇ θηλυκῶς εἰρῆσθαι ῾fr. 8 Hi' '‘βαθὺς διαφύεται αὐλών᾽ ἀντὶ τοῦ βαθεῖα, καθάπερ λέγεται ‘θῆλυς ἐέρση᾽ ῾Hes. sc. 395'.' πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται. νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος ῾IV 307 M':'
αὐλῶνας.
αὐλὰς θεραπεύειν καὶ σατράπας.καὶ Δίφιλος ῾II 572 K':'
αὐλὰς θεραπεύειν δ᾽ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν ὁ τοῦ ἑρκείου Ζηνὸς βωμός. ὁ μέντοι γε Πηλεὺς καταλαμβάνεται
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου,
ὁ δὲ Πρίαμοςαὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον ἄλεισον,
σπένδων αἴθοπα οἶνον ἐπ᾽ αἰθομένοισ᾽ ἱεροῖσι:
καὶ ὁ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον ῾Od. 23.375':'αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
ἀλλ᾽ ἐξελθόντες μεγάρων εὖ ναιεταόντωνὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει ὁ Μενέλαος:
ἐκ φόνου εἰς αὐλήν.
τέκνα φίλ᾽, ἦτοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν.