previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέων

σὺ δ᾽, κατ᾽ οἴκους ὡς ἔχιδν᾽ ὑφειμένη
λήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανον
τρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
535φήσεις μετασχεῖν, 'ξομεῖ τὸ μὴ εἰδέναι;

Ἰσμήνη

δέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμορροθεῖ
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.

Ἀντιγόνη

ἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ δίκη σ᾽, ἐπεὶ
οὔτ᾽ ἠθέλησας οὔτ᾽ ἐγὼ 'κοινωσάμην.

Ἰσμήνη

540ἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.

Ἀντιγόνη

ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες:
λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.

Ἰσμήνη

μήτοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐ
545θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι.

Ἀντιγόνη

μή μοι θάνῃς σὺ κοινὰ μηδ᾽ μὴ 'θιγες
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ᾽ ἐγώ.

Ἰσμήνη

καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;

Ἀντιγόνη

Κρέοντ᾽ ἐρώτα: τοῦδε γὰρ σὺ κηδεμών.

Ἰσμήνη

550τί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη;

Ἀντιγόνη

ἀλγοῦσα μὲν δῆτ᾽ εἰ γελῶ γ᾽ ἐν σοὶ γελῶ.

Ἰσμήνη

τί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ;

Ἀντιγόνη

σῶσον σεαυτήν: οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν.

Ἰσμήνη

οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;

Ἀντιγόνη

555σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1900)
hide References (3 total)
  • Cross-references to this page (2):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE CASES
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, Moods
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: