previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1290δύστηνε, ποῖ βλέπων ποτ᾽ αὐτὰ καὶ θροεῖς;
οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ᾽, ὃς αὖ σ᾽ ἔσπειρε δυσσεβέστατον,
προθέντ᾽ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1295αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ᾽
λαβὼν ἐπακτὸν ἄνδρ᾽ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
τοιοῦτος ὢν τοιῷδ᾽ ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1300ὅστις στρατοῦ τὰ πρῶτ᾽ ἀριστεύσας ἐμὴν
ἴσχει ξύνευνον μητέρ᾽, φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος: ἔκκριτον δέ νιν
δώρημα κείνῳ 'δωκεν Ἀλκμήνης γόνος.
ἆρ᾽ ὧδ᾽ ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1305βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
οὓς νῦν σὺ τοιοῖσδ᾽ ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ᾽ ἐπαισχύνει λέγων;
εὖ νυν τόδ᾽ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
1310ἐπεὶ καλόν μοι τοῦδ᾽ ὑπερπονουμένῳ
θανεῖν προδήλως μᾶλλον τῆς σῆς ὑπὲρ
γυναικός, τοῦ σοῦ γ᾽ ὁμαίμονος λέγω;
πρὸς ταῦθ᾽ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν:
ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
1315καὶ δειλὸς εἶναι μᾶλλον 'ν ἐμοὶ θρασύς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1907)
load focus English (Sir Richard Jebb, 1893)
hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1156
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1203
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: