previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

ἡμῖν μέν, ὦναξ, ταῦτ᾽ ὀκνήρ᾽: ἕως δ᾽ ἂν οὖν
835πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα.

Οἰδίπους

καὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.

Ἰοκάστη

πεφασμένου δὲ τίς ποθ᾽ προθυμία;

Οἰδίπους

ἐγὼ διδάξω σ᾽: ἢν γὰρ εὑρεθῇ λέγων
840σοὶ ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος.

Ἰοκάστη

ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;

Οἰδίπους

λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ 'κτανον:
845οὐ γὰρ γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος:
εἰ δ᾽ ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτ᾽ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.

Ἰοκάστη

ἀλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν:
850πόλις γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε.
εἰ δ᾽ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ᾽, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855καίτοι νιν οὐ κεῖνός γ᾽ δύστηνός ποτε
κατέκταν᾽, ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ᾽ οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼ
βλέψαιμ᾽ ἂν εἵνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον.

Οἰδίπους

καλῶς νομίζεις: ἀλλ᾽ ὅμως τὸν ἐργάτην
860πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς.

Ἰοκάστη

πέμψω ταχύνασ᾽: ἀλλ᾽ ἴωμεν ἐς δόμους:
οὐδὲν γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὐ σοὶ φίλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 147
  • Cross-references to this page (2):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: