previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

1015πείθου: προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.

Ἠλέκτρα

ἀπροσδόκητον οὐδὲν εἴρηκας: καλῶς δ᾽
ᾔδη σ᾽ ἀπορρίψουσαν ἁπηγγελλόμην.
ἀλλ᾽ αὐτόχειρί μοι μόνῃ τε δραστέον
1020τοὔργον τόδ᾽: οὐ γὰρ δὴ κενόν γ᾽ ἀφήσομεν.

Χρυσόθεμις

φεῦ:
εἴθ᾽ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
θνῄσκοντος εἶναι: πᾶν γὰρ ἂν κατειργάσω.

Ἠλέκτρα

ἀλλ᾽ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.

Χρυσόθεμις

ἄσκει τοιαύτη νοῦν δι᾽ αἰῶνος μένειν.

Ἠλέκτρα

1025ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.

Χρυσόθεμις

εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.

Ἠλέκτρα

ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.

Χρυσόθεμις

ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.

Ἠλέκτρα

ἀλλ᾽ οὔ ποτ᾽ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.

Χρυσόθεμις

1030μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.

Ἠλέκτρα

ἄπελθε: σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.

Χρυσόθεμις

ἔνεστιν: ἀλλὰ σοὶ μάθησις οὐ πάρα.

Ἠλέκτρα

ἐλθοῦσα μητρὶ ταῦτα πάντ᾽ ἔξειπε σῇ.

Χρυσόθεμις

οὐδ᾽ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ᾽ ἐγώ.

Ἠλέκτρα

1035ἀλλ᾽ οὖν ἐπίστω γ᾽ οἷ μ᾽ ἀτιμίας ἄγεις.

Χρυσόθεμις

ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.

Ἠλέκτρα

τῷ σῷ δικαίῳ δῆτ᾽ ἐπισπέσθαι με δεῖ;

Χρυσόθεμις

ὅταν γὰρ εὖ φρονῇς, τόθ᾽ ἡγήσει σὺ νῷν.

Ἠλέκτρα

δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.

Χρυσόθεμις

1040εἴρηκας ὀρθῶς σὺ πρόσκεισαι κακῷ.

Ἠλέκτρα

τί δ᾽; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;

Χρυσόθεμις

ἀλλ᾽ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.

Ἠλέκτρα

τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.

Χρυσόθεμις

ἀλλ᾽ εἰ ποήσεις ταῦτ᾽, ἐπαινέσεις ἐμέ.

Ἠλέκτρα

1045καὶ μὴν ποήσω γ᾽ οὐδὲν ἐκπλαγεῖσά σε.

Χρυσόθεμις

καὶ τοῦτ᾽ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;

Ἠλέκτρα

βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.

Χρυσόθεμις

φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.

Ἠλέκτρα

πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (4 total)
  • Cross-references to this page (3):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE CASES
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: