previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

385 ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;

Χρυσόθεμις

μάλισθ᾽: ὅταν περ οἴκαδ᾽ Αἴγισθος μόλῃ.

Ἠλέκτρα

ἀλλ᾽ ἐξίκοιτο τοῦδέ γ᾽ οὕνεκ᾽ ἐν τάχει.

Χρυσόθεμις

τίν᾽, τάλαινα, τόνδ᾽ ἐπηράσω λόγον;

Ἠλέκτρα

ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.

Χρυσόθεμις

390ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ᾽ εἶ φρενῶν;

Ἠλέκτρα

ὅπως ἀφ᾽ ὑμῶν ὡς προσωτάτω φύγω.

Χρυσόθεμις

βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;

Ἠλέκτρα

καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.

Χρυσόθεμις

ἀλλ᾽ ἦν ἄν, εἰ σύ γ᾽ εὖ φρονεῖν ἠπίστασο.

Ἠλέκτρα

395μή μ᾽ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.

Χρυσόθεμις

ἀλλ᾽ οὐ διδάσκω: τοῖς κρατοῦσι δ᾽ εἰκαθεῖν.

Ἠλέκτρα

σὺ ταῦτα θώπευ᾽: οὐκ ἐμοὺς τρόπους λέγεις.

Χρυσόθεμις

καλόν γε μέντοι μὴ 'ξ ἀβουλίας πεσεῖν.

Ἠλέκτρα

πεσούμεθ᾽, εἰ χρή, πατρὶ τιμωρούμενοι.

Χρυσόθεμις

400πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.

Ἠλέκτρα

ταῦτ᾽ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.

Χρυσόθεμις

σὺ δ᾽ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;

Ἠλέκτρα

οὐ δῆτα: μή πω νοῦ τοσόνδ᾽ εἴην κενή.

Χρυσόθεμις

χωρήσομαί τἄρ᾽ οἷπερ ἐστάλην ὁδοῦ.

Ἠλέκτρα

ποῖ δ᾽ ἐμπορεύει; τῷ φέρεις τάδ᾽ ἔμπυρα;

Χρυσόθεμις

μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.

Ἠλέκτρα

πῶς εἶπας; τῷ δυσμενεστάτῳ βροτῶν;

Χρυσόθεμις

ὃν ἔκταν᾽ αὐτή: τοῦτο γὰρ λέξαι θέλεις.

Ἠλέκτρα

ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ᾽ ἤρεσεν;

Χρυσόθεμις

410ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;

Ἠλέκτρα

θεοὶ πατρῷοι, συγγένεσθέ γ᾽ ἀλλὰ νῦν.

Χρυσόθεμις

ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;

Ἠλέκτρα

εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ᾽ ἂν τότε.

Χρυσόθεμις

ἀλλ᾽ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: